Matthew 17

1Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν. 2καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ
 ἐγένετο = WH Treg NA/NIV: || ἐγένοντο = RP
ἐγένετο λευκὰ ὡς τὸ φῶς.
3καὶ ἰδοὺ
 ὤφθη = WH Treg NA/NIV: || ὤφθησαν = RP
ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας
 συλλαλοῦντες μετ᾽ αὐτοῦ = WH Treg NA/NIV: || μετ᾽ αὐτοῦ συλλαλοῦντες = RP
συλλαλοῦντες μετ᾽ αὐτοῦ ⸃.
4ἀποκριθεὶς δὲ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις,
 ποιήσω = WH NA/NIV: || ποιήσωμεν = Treg RP
ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ
 Ἠλίᾳ μίαν = WH Treg NA/NIV: || μίαν Ἠλίᾳ = RP
Ἠλίᾳ μίαν ⸃.
5ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν υἱός μου ἀγαπητός, ἐν εὐδόκησα·
 ἀκούετε αὐτοῦ = WH Treg NA/NIV: || αὐτοῦ ἀκούετε = RP
ἀκούετε αὐτοῦ ⸃.
6καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7καὶ
 προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν = WH NA/NIV: || προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν = Treg; || προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ = RP
προσῆλθεν Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν ⸃ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ
 αὐτὸν = WH NA/NIV: || τὸν = Treg RP
αὐτὸν Ἰησοῦν μόνον.

9Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν
 ἐγερθῇ = WH Treg NA/NIV: || ἀναστῇ = RP
ἐγερθῇ.
10καὶ ἐπηρώτησαν αὐτὸν οἱ
 μαθηταὶ = WH Treg NA/NIV: || μαθηταὶ αὐτοῦ = RP
μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
11
 δὲ = WH Treg NA/NIV: || δὲ Ἰησοῦς = RP
δὲ ἀποκριθεὶς
 εἶπεν = WH Treg NA/NIV: || εἶπεν αὐτοῖς = RP
εἶπεν· Ἠλίας μὲν
 ἔρχεται = WH Treg NA/NIV: || ἔρχεται πρῶτον = RP
ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν. 13τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

14Καὶ
 ἐλθόντων = WH Treg NA/NIV: || ἐλθόντων αὐτῶν = RP
ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
15καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς
 πάσχει = NA/NIV RP: || ἔχει = WH Treg
πάσχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν· γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε
 μεθ᾽ ὑμῶν ἔσομαι = WH Treg NA/NIV: || ἔσομαι μεθ᾽ ὑμῶν = RP
μεθ᾽ ὑμῶν ἔσομαι ⸃; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
18καὶ ἐπετίμησεν αὐτῷ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 δὲ
 λέγει = WH Treg NA/NIV: || Ἰησοῦς εἶπεν = RP
λέγει αὐτοῖς· Διὰ τὴν
 ὀλιγοπιστίαν = WH Treg NA/NIV: || ἀπιστίαν = RP
ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ·
 Μετάβα ἔνθεν = WH Treg NA/NIV: || Μετάβηθι ἔντεῦθεν = RP
Μετάβα ἔνθεν ⸃ ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει
 ὑμῖν = WH NA/NIV: || ὑμῖν 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. = Treg RP
ὑμῖν.

22
 Συστρεφομένων = WH Treg NA/NIV: || Ἀναστρεφομένων = RP
Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς Ἰησοῦς· Μέλλει υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.

24Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25λέγει· Ναί. καὶ
 ἐλθόντα = WH Treg NA/NIV: || ὅτε εἰσῆλθεν = RP
ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων;
26
 εἰπόντος δέ = WH Treg NA/NIV: || Λέγει αὐτῷ ὁ Πέτρος = RP
εἰπόντος δέ ⸃· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
27ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς
 εἰς = WH Treg NA: || εἰς τὴν = NIV RP
εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν
 ἀναβάντα = WH Treg NA/NIV: || ἀναβαίνοντα = RP
ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.



Copyright information for SBLG